Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.36 Dem. 21.39 (English) >>Dem. 21.42

21.38ἔτι τοίνυν οὐδʼ ὁμοίαν οὖσαν τούτῳ κἀκείνοις συγγνώμην εὑρήσομεν. πρῶτον μὲν γὰρ τὸν θεσμοθέτην πατάξας τρεῖς εἶχεν προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν διὰ τὸ σκότους καὶ νυκτὸς τὸ πρᾶγμα γενέσθαι. ἔπειθʼ Πολύζηλος ὀργῇ καὶ τρόπου προπετείᾳ φθάσας τὸν λογισμὸν ἁμαρτὼν ἔπαισεν· οὐ γὰρ ἐχθρός γʼ ὑπῆρχεν ὤν, οὐδʼ ἐφʼ ὕβρει τοῦτʼ ἐποίησεν. ἀλλʼ οὐ Μειδίᾳ τούτων οὐδὲν ἔστʼ εἰπεῖν· καὶ γὰρ ἐχθρὸς ἦν, καὶ μεθʼ ἡμέραν εἰδὼς ὕβριζεν, καὶ οὐκ ἐπὶ τούτου μόνον, ἀλλʼ ἐπὶ πάντων φαίνεται προῃρημένος μʼ ὑβρίζειν. 21.39καὶ μὴν οὐδὲ τῶν πεπραγμένων ἐμοὶ καὶ τούτοις οὐδὲν ὅμοιον ὁρῶ. πρῶτον μὲν γὰρ θεσμοθέτης οὐχ ὑπὲρ ὑμῶν οὐδὲ τῶν νόμων φροντίσας οὐδʼ ἀγανακτήσας φανήσεται, ἀλλʼ ἰδίᾳ πεισθεὶς ὁπόσῳ δήποτʼ ἀργυρίῳ καθυφεὶς τὸν ἀγῶνα· ἔπειθʼ πληγεὶς ἐκεῖνος ὑπὸ τοῦ Πολυζήλου, ταὐτὸ τοῦτο, ἰδίᾳ διαλυσάμενος, ἐρρῶσθαι πολλὰ τοῖς νόμοις εἰπὼν καὶ ὑμῖν, οὐδʼ εἰσήγαγε τὸν Πολύζηλον. 21.40εἰ μὲν τοίνυν ἐκείνων κατηγορεῖν βούλεταί τις ἐν τῷ παρόντι, δεῖ λέγειν ταῦτα· εἰ δʼ ὑπὲρ ὧν ἐγὼ τούτου κατηγόρηκʼ ἀπολογεῖσθαι, πάντα μᾶλλον ταῦτα λεκτέα. πᾶν γὰρ τοὐναντίον ἐκείνοις αὐτὸς μὲν οὔτε λαβὼν οὐδὲν οὔτʼ ἐπιχειρήσας λαβεῖν φανήσομαι, τὴν δʼ ὑπὲρ τῶν νόμων καὶ τὴν ὑπὲρ τοῦ θεοῦ καὶ τὴν ὑπὲρ ὑμῶν τιμωρίαν δικαίως φυλάξας καὶ νῦν ἀποδεδωκὼς ὑμῖν. μὴ τοίνυν ἐᾶτε ταῦτʼ αὐτὸν λέγειν, μηδʼ, ἂν βιάζηται, πείθεσθʼ ὡς δίκαιόν τι λέγοντι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.36 Dem. 21.39 (English) >>Dem. 21.42

Powered by PhiloLogic